16 ΑΠΡΙΛΙΟΥ - Η ΕΓΕΡΣΙΣ ΤΟΥ ΛΑΖΑΡΟΥ

 


Σαβ. Λαζάρου (Ἰω. 1-45)
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμά­ξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑ­πὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θε­οῦ δι’ αὐτῆς. 5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθε­νεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέ­ρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐ­­ξυ­πνίσω αὐτόν. 12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, 15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ’ ἄγωμεν πρὸς αὐ­τόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λε­­­γόμενος Δίδυμος τοῖς συμ­­μαθηταῖς· ἄγωμεν καὶ ἡ­μεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐ­τοῦ. 17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέ­ρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε, 19 καὶ πολλοὶ ἐκ τῶν Ἰου­δαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐ­τὰς περὶ τοῦ ἀδελφοῦ αὐ­­τῶν. 20 ἡ οὖν Μάρθα ὡς ἤκου­σεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπή­ν­τησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώ­σει σοι ὁ Θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀνα­στήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ Μάρθα· οἶ­δα ὅτι ἀναστήσεται ἐν τῇ ­ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. 26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶ­να. πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 28 καὶ ταῦτα εἰποῦσα ἀπῆλ­θε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα εἰ­ποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 29 ἐκείνη ὡς ἤκουσεν, ἐγεί­ρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰη­σοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήν­τησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόν­τες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγον­τες ὅτι ὑπάγει εἰς τὸ μνη­μεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰου­δαί­ους κλαίοντας, ἐνεβρι­μήσα­το τῷ πνεύματι καὶ ἐτά­ρα­ξεν ἑαυτόν, 34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; 35 λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν· 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοί­ξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗ­τος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν, πάλιν ἐμ­βρι­μώμενος ἐν ἑαυτῷ, ἔρ­χεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέ­κειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύ­­­­ριε, ἤδη ὄ­ζει· τε­ταρταῖος γάρ ἐστι. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; 41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. 44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.

Αυτό το Σάββατο τιμάμε την υπό του Χριστού Ανάσταση του φίλου Του Λαζάρου.
Αναγράφει το «Ωρολόγιο»: «Ο Λάζαρος ήταν φίλος του Χριστού και οι αδελφές του Μάρθα και Μαρία που τον φιλοξένησαν πολλές φορές (Λουκ. ι΄, 38-40, Ιωαν. ιβ΄, 1-3) στη Βηθανία κοντά στα Ιεροσόλυμα περίπου δύο μίλια. Λίγες μέρες προ του πάθους του Κυρίου ασθένησε ο Λάζαρος και οι αδελφές του ενημέρωσαν σχετικά τον Ιησού που τότε ήταν στη Γαλιλαία να τον επισκεφθεί. Ο Κύριος όμως επίτηδες καθυστέρησε μέχρι που πέθανε ο Λάζαρος, οπότε είπε στους μαθητές του πάμε τώρα να τον ξυπνήσω. Όταν έφθασε στη Βηθανία παρηγόρησε τις αδελφές του Λάζαρου που ήταν πεθαμένος τέσσερις μέρες και ζήτησε να δει το τάφο του.



Όταν έφθασε στο μνημείο, δάκρυσε και διέταξε να βγάλουν την ταφόπλακα. Τότε ύψωσε τα μάτια του στον ουρανό, ευχαρίστησε τον Θεό και Πατέρα και με μεγάλη φωνή είπε: Λάζαρε, βγες έξω. Αμέσως βγήκε έξω τυλιγμένος με τα σάβανα ο τετραήμερος νεκρός μπροστά στο πλήθος που παρακολουθούσε και ο Ιησούς ζήτησε να του λύσουν τα σάβανα και να πάει σπίτι του. (Ιωαν. ια΄,44)


Αρχαία παράδοση λέγει ότι τότε ο Λάζαρος ήταν 30 χρονών και έζησε άλλα 30 χρόνια. Τελείωσε το επίγειο βίο του στην Κύπρο το έτος 63 και ό τάφος του στην πόλη των Κιτιέων έγραφε: «Λάζαρος ο τετραήμερος και φίλος του Χριστού».


Το έτος 890 μετακομίσθηκε το ιερό λείψανό του στην Κωνσταντινούπολη από τον αυτοκράτορα Λέοντα το σοφό, ο οποίος συνέθεσε τα ιδιόμελα στον εσπερινό του Λαζάρου: Κύριε, Λαζάρου θέλων τάφον ιδείν, κλπ».
Χαρακτηριστικό της μετέπειτας ζωής του Λαζάρου λέγει η παράδοση, ήταν ότι δεν γέλασε ποτέ παρά μια φορά μόνο όταν είδε κάποιο να κλέβει μια γλάστρα και είπε την εξής φράση: Το ένα χώμα κλέβει το άλλο.


Η Ανάσταση του Λαζάρου επέτεινε το μίσος των Εβραίων που μόλις την έμαθαν ζήτησαν να σκοτώσουν τον Λάζαρο και το Χριστό.
Το απολυτίκιο της ημέρας είναι: «Θέλοντας Χριστέ και Θεέ μας να δείξεις, προ της σταυρικής Σου Θυσίας, ότι είναι βέβαιο πράγμα η ανάσταση όλων των νεκρών, ανέστησες εκ νεκρών τον Λάζαρον. 


Για τούτο και εμείς, μιμούμενοι τα παιδιά που σε υποδέχθηκαν κατά την είσοδό Σου στην Ιερουσαλήμ, κρατούμε στα χέρια μας τα σύμβολα της νίκης, τα βάγια και βοώμε προς Εσένα, τον νικητή του θανάτου: Βοήθησέ μας και σώσε μας, Συ που ως Θεός κατοικείς στα ύψιστα μέρη του ουρανού, ας είσαι ευλογημένος Συ, που έρχεσαι απεσταλμένος από τον Κύριο!»


 Πηγή: < https://www.osotir.org/ >