02 ΦΕΒΡΟΥΑΡΙΟΥ - Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου

Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου καὶ Θεοῦ
 καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
 Εὐαγγέλιον: 2ας Φεβ.2020

 (Λκ. β΄ 22-40)

<< 22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς γέγραπται ἐν νό­μῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς πε­ριστε­ρῶν. 25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύμα­τι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσ­αγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποι­ῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐ­λόγησε τὸν Θεὸν καὶ εἶ­­πε· 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρό­σωπον πάντων τῶν λα­­ῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐ­­­θνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐ­­­­­πὶ τοῖς λαλουμένοις περὶ αὐ­­τοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μα­­ριὰμ τὴν μητέρα αὐτοῦ· ἰ­­­δοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ­ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκα­λυφθῶσιν ἐκ πολλῶν καρ­διῶν διαλογισμοί. 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυ­­λῆς Ἀσήρ· αὕτη προβεβη­κυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱε­ροῦ νηστείαις καὶ δεήσεσι­ λατρεύουσα νύκτα καὶ ἡμέ­ραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐ­­­πιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδε­χομένοις λύτρωσιν ἐν Ἱε­ρουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ. 40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.>>

Τὸ γεγονὸς τῆς Ὑπαπαντῆς, ποὺ ἐξιστορεῖ ὁ Εὐαγγελιστὴς Λουκᾶς στὸ β’ κεφάλαιο τὸ Εὐαγγελίου του, συνέβη σαράντα ἡμέρες μετὰ τὴν γέννηση τοῦ Ἰησοῦ. Σύμφωνα μὲ τὸν Μωσαϊκὸ Νόμο, ἂν τὸ πρῶτο παιδὶ τῆς οἰκογένειας ἦταν ἀγόρι, ἀφιερωνόταν στὸν Θεὸ καὶ συγχρόνως προσφερόταν γιὰ θυσία ἕνας ἀμνὸς ἢ ἕνα ζευγάρι τρυγόνια ἢ δυὸ μικρὰ περιστέρια. Τὸ γράμμα τῶν ἐντολῶν αὐτῶν πληροῦντες ὁ Ἰωσὴφ καὶ ἡ Παρθένος Μαρία, ἀνῆλθαν τὴν τεσσαρακοστὴ ἡμέρα ἀπὸ τῆς γεννήσεως τοῦ Χριστοῦ στὸ ναὸ τῶν Ἱεροσολύμων, γιὰ νὰ προσφέρουν τὸν Ἰησοῦ στὸν Θεὸ καὶ νὰ δώσουν τὴν θυσία περὶ καθαρισμοῦ. 

Τὸ ζευγάρι ὑποδέχθηκε στὸ ναὸ ὁ ὑπερήλικας Προφήτης Συμεών, ὁ ὁποῖος δέχθηκε τὸν Ἰησοῦ στὴν ἀγκαλιά του φωτισμένος ἀπὸ τὸ Ἅγιο Πνεῦμα, ἔχοντας λάβει ἀποκάλυψη ἀπὸ Αὐτὸ ὅτι δὲν θὰ ἀπέθνησκε πρωτοῦ δεῖ Ἐκεῖνον, τὸν ὁποῖο ὁ Κύριος καὶ Θεὸς ἔχρισε Βασιλέα καὶ Σωτῆρα τοῦ κόσμου.
 
Ἡ ἑορτὴ εἰσήχθηκε πρῶτα στὴν Δύση πρὸς κατάργηση τῶν τελουμένων εἰδωλολατρικῶν ἑορτῶν, κατὰ τὶς ἀρχὲς τοῦ Φεβρουαρίου, πρὸς τιμὴν τοῦ Πανός, ὡς καθαρῶς θεομητορικὴ ἑορτή. Ἀργότερα καθιερώθηκε καὶ στὴν Ἀνατολή. Κατὰ μὲν τὸν Γεώργιο Κεδρηνὸ ἡ ἑορτὴ εἰσήχθηκε ἐπὶ τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Α’ (518 – 527 μ.Χ.), κατὰ δὲ τὸ Νικηφόρο Κάλλιστο ὁ μέγας Ἰουστινιανὸς (525 – 565 μ.Χ.) διέταξε, τὸ 542 μ.Χ., νὰ ἑορτάζεται ἡ Ὑπαπαντὴ τοῦ Σωτῆρος σὲ ὅλη τὴ γῆ. 

Ἐπειδὴ ὅμως διασώζονται σήμερα λόγοι – ὁμιλίες στὴν ἑορτὴ τῆς Ὑπαπαντῆς, ποὺ χρονολογοῦνται πολὺ πρὶν ἀπὸ τὸν 6ο αἰῶνα μ.Χ., εἰκάζεται ὅτι ὁ αὐτοκράτορας Ἰουστίνος εἰσήγαγε τὴν ἑορτὴ στὴν Κωνσταντινούπολη. Ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς, στὴν Κωνσταντινούπολη, ἐτελεῖτο στὸ ναὸ τῶν Βλαχερνῶν, ὅπου παρευρίσκονταν καὶ οἱ βασιλεῖς.

Ἀπολυτίκιον. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.