05 ΔΕΚΕΜΒΡΙΟΥ - Ὁ Ὅσιος Σάββας

 
Ὁ Ὅσιος Σάββας ὁ Ἡγιασμένος 
 Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων ἀκρότης καὶ Ἀγγέλοις ἐφάμιλλος, ὡς ἡγιασμένος ἐδείχθης, ἐκ παιδὸς Σάββα Ὅσιε· οὐράνιον γὰρ βίον ὑπελθών, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς, διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.