Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 Ἡ Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου 
 Ὅταν ᾖλθε ἡ στιγμὴ τοῦ τέλους τῆς ἐπίγειας ζωῆς τῆς Θεοτόκου, ἄγγελος Κυρίου τῆς τὸ μετέφερε τρεῖς ἡμέρες πρίν. Ἡ χαρὰ τῆς Παναγίας ἦταν πολὺ μεγάλη διότι θὰ πήγαινε νὰ συναντήσει τὸν Υἱό της καὶ Θεό της. Ἀφοῦ λοιπὸν πῆγε καὶ προσευχήθηκε στὸ ὄρος τῶν Ἐλαιῶν, γύρισε στὸ σπίτι τοῦ Ἰωάννη καὶ ἔκανε γνωστὴ τὴν κοίμησή της. Μάλιστα ἡ παράδοση ἀναφέρει ὅτι λίγο πρὶν τὴν κοίμησή της, οἱ Ἀπόστολοι ποὺ δὲν ἦταν ὅλοι στὰ Ἱεροσόλυμα, μὲ θαυμαστὸ τρόπο μεταφέρθηκαν ὅλοι δίπλα της. Ὅταν ἐκοιμήθη ἡ Παναγία, μὲ ψαλμοὺς καὶ ὕμνους τὴν τοποθέτησαν στὸ μνῆμα τῆς Γεθσημανῆς. Ἀνοίγοντας δὲ τὸ μνῆμα μετὰ ἀπὸ τρεῖς ἡμέρες, ἔκπληκτοι εἶδαν ὅτι ἡ Παρθένος Μαρία, ἀναστήθηκε σωματικὰ καὶ ἀνελήφθη στοὺς οὐρανούς.

Ἀπολυτίκιο. Ἦχος α’.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.  

Κοντάκιον. Ἦχος β’. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.  

Μεγαλυνάριον.
Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.  
 
Εὐαγγελικό Ἀνάγνωσμα Δευτέρας 15 Αὐγούστου 2022
 
(Λουκᾶ ι΄ 38-42, ια΄ 27-28)
<<38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυ­νὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πό­­δας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶ­το περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακο­νεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐ­­­ξελέξατο, ἥτις οὐκ ἀ­φαι­ρε­θήσεται ἀπ᾿ αὐτῆς.
ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μα­στοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.>>