21 ΜΑΪΟΥ - Οἱ Ἅγιοι Κωνσταντίνος καὶ Ἑλένη

 
 Οἱ Ἅγιοι Κωνσταντίνος καὶ Ἑλένη  
οἱ Ἱσαπόστολοι

 Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν Βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο· ἣν περισώζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.


Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Πρῶτος πέφηνας, ἐν Βασιλεῦσι, θεῖον ἕδρασμα, τῆς εὐσεβείας, ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα· ὅθεν Χριστοῦ τὸν Σταυρὸν ἐφανέρωσας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐφήπλωσας. Κωνσταντῖνε Ἰσαπόστολε, σὺν Μητρὶ Ἑλένῃ τῇ θεόφρονι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.