3 ΣΕΠΤΕΜΒΡΙΟΥ - Ἀνακομιδὴ Τιμίων Λειψάνων Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ Θαυματουργοῦ

Ανακομιδή Ιερών Λειψάνων 
του Αγίου Νεκταρίου Αιγίνης

  

 Ἡ μνήμη τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ θαυματουργοῦ, τιμᾶται τὴν 9η Νοεμβρίου, ὅπου καὶ ὁ βίος του.

 

Ἀπολυτίκιον. Ἦχος α’.
Τῶν σεπτῶν σου λειψάνων, Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καὶ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Κοντάκιον. Ἦχος δ’.
Τῶν σεπτῶν λειψάνων σου, τὴν ἐκ τοῦ τάφου, κομιδὴν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.